Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.232 Joseph. AJ 6.236 (English) >>Joseph. AJ 6.239

6.234τῆς μέντοι γε ἀσφαλείας τεύξῃ παρʼ ἐμοῦ καὶ οὐδὲν μὴ πάθῃς ἄτοπον· ὅπως δὲ μνησθῇς τούτων παρὰ τὸν τῆς εὐπραγίας καιρὸν σκόπει καὶ τοῖς υἱοῖς μου γενοῦ χρήσιμος.” Δαυίδης μὲν οὖν ταύτας λαβὼν παρὰ Ἰωνάθου τὰς πίστεις εἰς τὸ συγκείμενον ἀπηλλάγη χωρίον. 6.235

Τῇ δʼ ἐχομένῃ, νεομηνία δʼ ἦν, ἁγνεύσας ὡς ἔθος εἶχεν βασιλεὺς ἧκεν ἐπὶ τὸ δεῖπνον, καὶ παρακαθεσθέντων αὐτῷ τοῦ μὲν παιδὸς Ἰωνάθου ἐκ δεξιῶν Ἀβενήρου δὲ τοῦ ἀρχιστρατήγου ἐκ τῶν ἑτέρων, ἰδὼν τὴν τοῦ Δαβίδου καθέδραν κενὴν ἡσύχασεν ὑπονοήσας οὐ καθαρεύσαντα αὐτὸν ἀπὸ συνουσίας ὑστερεῖν. 6.236ὡς δὲ καὶ τῇ δευτέρᾳ τῆς νουμηνίας οὐ παρῆν ἐπυνθάνετο παρὰ τοῦ παιδὸς Ἰωνάθου, ὅτι καὶ τῇ παρελθούσῃ καὶ ταύτῃ τοῦ δείπνου καὶ τῆς ἑστιάσεως τοῦ Ἰεσσαίου παῖς ἀπολέλειπται. δὲ πεπορεῦσθαι κατὰ τὰς συνθήκας ἔφησεν αὐτὸν εἰς τὴν ἑαυτοῦ πατρίδα τῆς φυλῆς ἑορτὴν ἀγούσης ἐπιτρέψαντος αὐτοῦ· παρακαλέσαι μέντοι καὶ αὐτὸν ἐλθεῖν ἐπὶ τὴν θυσίαν καὶ εἰ συγχωρηθείη φησὶν ἀπέρχεσθαι· 6.237τὴν γὰρ εὔνοιάν μου τὴν πρὸς αὐτὸν ἐπίστασαι.” τότε τὴν πρὸς Δαυίδην τοῦ πατρὸς Ἰωνάθης ἐπέγνω δυσμένειαν καὶ τρανῶς τὴν ὅλην αὐτοῦ βούλησιν εἶδεν· οὐ γὰρ κατέσχε Σαοῦλος τῆς ὀργῆς, ἀλλὰ βλασφημῶν ἐξ αὐτομόλων γεγενημένον καὶ πολέμιον ἀπεκάλει καὶ κοινωνὸν τοῦ Δαυίδου καὶ συνεργὸν ἔλεγεν καὶ μήτʼ αὐτὸν αἰδεῖσθαι μήτε τὴν μητέρα αὐτοῦ ταῦτα φρονοῦντα καὶ μηδὲ βουλόμενον πεισθῆναι τοῦθʼ, ὅτι μέχρις οὗ περίεστι Δαυίδης ἐπισφαλῶς αὐτοῖς τὰ τῆς βασιλείας ἔχει. “μετάπεμψαι τοιγαροῦν αὐτόν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.232 Joseph. AJ 6.236 (English) >>Joseph. AJ 6.239

Powered by PhiloLogic